Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 15.31 Dem. 15.35 (English) >>Dem. 16.1

15.33χρῆν τοίνυν καὶ τοὺς τὴν ὑπὸ τῶν προγόνων τάξιν ἐν τῇ πολιτείᾳ παραδεδομένην λιπόντας καὶ πολιτευομένους ὀλιγαρχικῶς ἀτίμους τοῦ συμβουλεύειν ὑμῖν αὐτοῖς ποιεῖσθαι· νῦν δὲ τῶν μὲν συμμάχων τοὺς τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον κρινεῖν ὀμωμοκότας νομίζετʼ εὐνουστάτους, τῶν δὲ πολιτευομένων οὓς ἴστε σαφῶς τοὺς τῆς πόλεως ἐχθροὺς ᾑρημένους, τούτους πιστοτάτους ἡγεῖσθε.

15.34ἀλλὰ γὰρ οὐχ τι τις κατηγορήσει τούτων τοῖς ἄλλοις ὑμῖν ἐπιπλήξει χαλεπὸν εὑρεῖν, ἀλλʼ ἀφʼ ὁποίων λόγων πράξεως ποίας ἐπανορθώσεταί τις νῦν οὐκ ὀρθῶς ἔχει, τοῦτʼ ἔργον εὑρεῖν. ἴσως μὲν οὖν οὐδὲ τοῦ παρόντος καιροῦ περὶ πάντων λέγειν· ἀλλʼ ἐὰν προῄρησθε δυνηθῆτʼ ἐπικυρῶσαι συμφερούσῃ τινὶ πράξει, καὶ τἄλλʼ ἂν ἴσως καθʼ ἓν ἀεὶ βέλτιον σχοίη. 15.35ἐγὼ μὲν οὖν οἶμαι δεῖν ὑμᾶς ἀντιλαμβάνεσθαι τῶν πραγμάτων τούτων ἐρρωμένως, καὶ πράττειν ἄξια τῆς πόλεως, ἐνθυμουμένους ὅτι χαίρετʼ ἀκούοντες, ὅταν τις ἐπαινῇ τοὺς προγόνους ὑμῶν καὶ τὰ πεπραγμένʼ ἐκείνοις διεξίῃ καὶ τὰ τρόπαια λέγῃ. νομίζετε τοίνυν ταῦτʼ ἀναθεῖναι τοὺς προγόνους ὑμῶν οὐχ ἵνα θαυμάζητʼ αὐτὰ θεωροῦντες, ἀλλʼ ἵνα καὶ μιμῆσθε τὰς τῶν ἀναθέντων ἀρετάς.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 15.31 Dem. 15.35 (English) >>Dem. 16.1

Powered by PhiloLogic